Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.32 Joseph. AJ 2.36 (English) >>Joseph. AJ 2.40

2.34Ῥουβῆλος δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθὼν σῶσαι τοὺς ἀδελφοὺς λαθὼν τὸν Ἰώσηπον ἐγνώκει, καὶ ὡς ἀνακαλουμένῳ μὴ ὑπήκουσε, δείσας μὴ ἐφθάρκασιν αὐτὸν μετὰ τὴν ἀναχώρησιν αὐτοῦ κατεμέμφετο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν αὐτῷ φρασάντων παύεται τοῦ πένθους Ῥουβῆλος. 2.35

Ὡς δὲ ταῦτα περὶ τὸν Ἰώσηπον τοῖς ἀδελφοῖς ἐπέπρακτο, τί ποιήσαντες ἂν ἔξω τῆς ὑπονοίας παρὰ τῷ πατρὶ γενηθεῖεν ἐζήτουν, καὶ δὴ τὸν χιτωνίσκον, ὃν ἀφῖκτο μὲν πρὸς αὐτοὺς Ἰώσηπος ἐνδεδυμένος, περιῃρήκεσαν δʼ αὐτὸν ὅτε καθίεσαν εἰς τὸν λάκκον, ἔδοξεν αὐτοῖς διασπαράξασιν αἵματι τράγου μολῦναι καὶ τῷ πατρὶ δεῖξαι φέροντας, ὡς ἂν ὑπὸ θηρίων αὐτῷ φανείη διεφθαρμένος. 2.36καὶ τοῦτο ποιήσαντες ἧκον πρὸς τὸν πρεσβύτην ἤδη τῶν περὶ τὸν υἱὸν εἰς γνῶσιν ἀφιγμένον, ἔλεγον δὲ τὸν μὲν Ἰώσηπον οὔτʼ ἰδεῖν οὔθʼ κέχρηται συμφορᾷ μεμαθηκέναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον, ὅθεν αὐτοῖς ὑπόνοιαν εἶναι περιπεσόντα θηρίοις αὐτὸν ἀπολωλέναι, εἴγε τοῦτον ἐνδεδυμένος οἴκοθεν ἐστάλη. 2.37Ἰάκωβος δὲ ἐπὶ κουφοτέραις ὢν ἐλπίσιν ὡς ἠνδραποδισμένου δῆθεν αὐτῷ τοῦ παιδός, τοῦτον μὲν ἀφίησι τὸν λογισμόν, πίστιν δʼ αὐτοῦ τῆς τελευτῆς ἐναργῆ τὸν χιτῶνα ὑπολαβών, καὶ γὰρ ἐγνώρισεν ἐκεῖνον αὐτὸν ὃν ἐνδεδυμένον ἐκπέμποι πρὸς τοὺς ἀδελφούς, ὡς ἐπὶ νεκρῷ τὸ λοιπὸν οὕτω διέκειτο ἐπὶ τῷ μειρακίῳ πενθῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.32 Joseph. AJ 2.36 (English) >>Joseph. AJ 2.40

Powered by PhiloLogic